Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 27.27 | Dem. 27.31 (English) | >>Dem. 27.34 |
27.29σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι , τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον , δέκα δʼ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα · δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον . ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι . ῥᾴδιον , ἀλλʼ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτʼ ἀνηρπάκασιν ; ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι .
καὶ μήν , ὦ ἄνδρες δικασταί , καὶ τὰ περὶ τοῦ ἐλέφαντος καὶ σιδήρου τοῦ καταλειφθέντος παραπλήσιά πως τούτοις πεποιήκασιν · οὐδὲ γὰρ ταῦτʼ ἀποφαίνουσιν . καίτοι κεκτημένον μὲν τοσούτους κλινοποιούς , κεκτημένον δὲ μαχαιροποιοὺς οὐχ οἷόν τε μὴ οὐχὶ καὶ σίδηρον καὶ ἐλέφαντα καταλιπεῖν , ἀλλʼ ἀνάγκη ταῦτά γʼ ὑπάρχειν · τί γὰρ ἂν ἠργάζοντο τούτων μὴ ὑπαρξάντων ;
27.31τὸν τοίνυν πλέον ἢ πεντήκοντʼ ἀνδράποδα κεκτημένον καὶ δυοῖν τέχναιν ἐπιμελούμενον , ὧν θάτερον ἐργαστήριον εἰς τὰς κλίνας ῥᾳδίως δύο μνᾶς τοῦ μηνὸς ἀνήλισκεν ἐλέφαντος , τὸ δὲ μαχαιροποιεῖον οὐκ ἔλαττον ἢ τοσοῦτον ἕτερον σὺν σιδήρῳ , τοῦτον οὔ φασιν καταλιπεῖν οὐδὲν τούτων · εἰς τοῦτʼ ἀναιδείας ἐληλύθασιν .
27.32ὅτι μὲν οὖν οὐ πιστὰ λέγουσιν , καὶ ἐκ τούτων αὐτῶν ῥᾴδιόν ἐστι μαθεῖν · ὅτι δʼ ἐκεῖνος κατέλιπε τοσοῦτον τὸ πλῆθος ὥστε μὴ μόνον ἱκανὸν εἶναι κατεργάζεσθαι τοῖς ἑαυτοῦ δημιουργοῖς , ἀλλὰ καὶ τῷ βουλομένῳ πρὸς ὠνεῖσθαι τῶν ἄλλων , ἐκεῖθεν φανερόν , ὅτι αὐτός τʼ ἐπώλει ζῶν καὶ Δημοφῶν καὶ οὗτος τοῦ πατρὸς ἤδη τετελευτηκότος ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἀπεδίδοντο τοῖς βουλομένοις .
27.30
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 27.27 | Dem. 27.31 (English) | >>Dem. 27.34 |